Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.379 Joseph. AJ 13.383 (English) >>Joseph. AJ 13.387

13.381ὑπὲρ μὲν ὧν ἠδίκητο ἀμυνόμενος, ἄλλως δὲ ὑπὲρ ἄνθρωπον ταύτην εἰσπραττόμενος τὴν δίκην, εἰ καὶ τὰ μάλιστα, ὅπερ ἦν εἰκός, ἐταλαιπωρήθη τοῖς πρὸς αὐτοὺς πολέμοις καὶ εἰς τοὔσχατον ἧκε κινδύνου ψυχῆς τε πέρι καὶ βασιλείας, οὐκ ἀρκουμένων ἀγωνίζεσθαι κατὰ σφᾶς αὐτούς, 13.382ἀλλὰ καὶ ἀλλοφύλους ἐπαγόντων καὶ τὸ τελευταῖον εἰς τοῦτο ἀνάγκης ἀγαγόντων, ὥστε ἣν κατεστρέψατο γῆν ἐν Γαλααδίτιδι καὶ Μωαβίτιδι καὶ τὰ χωρία τῶν Ἀράβων τῷ βασιλεῖ παραδοῦναι, ὅπως ἂν μὴ ξυνάρηται σφίσι τὸν κατʼ αὐτοῦ πόλεμον, ἄλλα τε μυρία ἐς ὕβριν αὐτοῦ καὶ ἐπήρειαν πραξάντων. 13.383ἀλλʼ οὖν οὐκ ἐπιτηδείως δοκεῖ ταῦτα δρᾶσαι, ὥστε διὰ τὴν τῆς ὠμότητος ὑπερβολὴν ἐπικληθῆναι αὐτὸν ὑπὸ τῶν Ἰουδαίων Θρακίδαν. οἱ δʼ ἀντιστασιῶται αὐτοῦ τὸ πλῆθος ὄντες περὶ ὀκτακισχιλίους φεύγουσιν νυκτὸς καὶ παρʼ ὃν ἔζη χρόνον Ἀλέξανδρος ἦσαν ἐν τῇ φυγῇ. καὶ οὗτος μὲν ἀπηλλαγμένος τῆς ἐκ τούτων ταραχῆς μετὰ πάσης τὸ λοιπὸν ἠρεμίας ἐβασίλευσεν. 13.384

Δημήτριος δʼ ἐκ τῆς Ἰουδαίας ἀπελθὼν εἰς Βέροιαν ἐπολιόρκει τὸν ἀδελφὸν αὐτοῦ Φίλιππον ὄντων αὐτῷ πεζῶν μὲν μυρίων, χιλίων δὲ ἱππέων. Στράτων δʼ τῆς Βεροίας τύραννος Φιλίππῳ συμμαχῶν Ἄζιζον τὸν Ἀράβων φύλαρχον ἐπεκαλεῖτο καὶ Μιθριδάτην τὸν Σινάκην τὸν Παρθυαίων ὕπαρχον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.379 Joseph. AJ 13.383 (English) >>Joseph. AJ 13.387

Powered by PhiloLogic